Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.243 Joseph. AJ 5.248 (English) >>Joseph. AJ 5.253

5.246Γυάλης δὲ θορυβούμενος συνάπτει τοῖς Ἀβιμελέχου καὶ πίπτουσι μέν τινες τῶν σὺν αὐτῷ, φεύγει δʼ αὐτὸς εἰς τὴν πόλιν τοὺς ἄλλους ἀγόμενος. καὶ Ζάβουλος πολιτεύεται Γυάλην ἐκβληθῆναι τῆς πόλεως κατηγορήσας, ὡς μαλακῶς πρὸς τοὺς Ἀβιμελέχου στρατιώτας ἀγωνίσαιτο. 5.247Ἀβιμέλεχος δὲ πυθόμενος ἐξελευσομένους αὖθις κατὰ τρύγητον τοὺς Σικιμίους ἐνέδραις προλοχίζεται τὰ περὶ τὴν πόλιν, καὶ προελθόντων μὲν τρίτη μοῖρα τῆς στρατιᾶς καταλαμβάνει τὰς πύλας ἀφαιρησομένη τὴν εἴσοδον τοὺς πολίτας, οἱ δʼ ἄλλοι σκιδναμένους μεταθέουσι, πανταχοῦ τε φόνος ἦν. 5.248καὶ κατασκάψας εἰς ἔδαφος τὴν πόλιν, οὐ γὰρ ἀντέσχε πρὸς τὴν πολιορκίαν, ἅλας κατὰ τῶν ἐρειπίων σπείρας προῆγε. καὶ Σικιμῖται πάντες οὕτως ἀπώλοντο· ὅσοι δὲ κατὰ τὴν χώραν σκεδασθέντες διέφυγον τὸν κίνδυνον, οὗτοι πέτραν ὀχυρὰν εὑρόντες ἐπʼ αὐτῆς ἱδρύονται τειχίσαι τε ταύτην παρεσκευάζοντο. 5.249ἔφθη τε τὴν διάνοιαν αὐτῶν Ἀβιμέλεχος μαθὼν ἐλθεῖν ἐπʼ αὐτοὺς μετὰ τῆς δυνάμεως καὶ φακέλλους ὕλης ξηρᾶς περιβαλὼν τῷ χωρίῳ διʼ αὐτοῦ φέρων ταῦτα ποιεῖν τὴν στρατιὰν παρεκελεύσατο. καὶ ταχέως περιληφθείσης ἐν κύκλῳ τῆς πέτρας τοῖς ξύλοις πῦρ ἐμβάλλουσιν ὅσα τε μᾶλλον ἐξάπτειν φύσιν ἔχει καὶ μεγίστην αἴρουσι φλόγα. 5.250καὶ διαφεύγει μὲν ἀπὸ τῆς πέτρας οὐθείς, ἀλλʼ ἅμα γυναιξὶ καὶ τέκνοις ἀπώλοντο, ἄνδρες μὲν περὶ πεντακοσίους καὶ χιλίους, τὸ δὲ ἄλλο πλῆθος ἱκανόν. καὶ Σικιμίταις μὲν τοιαύτη συμφορὰ συνέπεσε μείζων καὶ τῆς ἐπʼ αὐτῇ λύπης γενομένη πλὴν ὅτι κατὰ δίκην ἐπʼ ἀνδρὸς εὐεργέτου συνθεῖσι κακὸν τηλικοῦτον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.243 Joseph. AJ 5.248 (English) >>Joseph. AJ 5.253

Powered by PhiloLogic